Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.77 Dem. 24.79 (English) >>Dem. 24.82

24.78ἆρʼ οὖν τῷ δοκεῖ συμφέρειν τῇ πόλει τοιοῦτος νόμος ὃς δικαστηρίου γνώσεως αὐτὸς κυριώτερος ἔσται, καὶ τὰς ὑπὸ τῶν ὀμωμοκότων γνώσεις τοῖς ἀνωμότοις προστάξει λύειν; ἐγὼ μὲν οὐκ οἶμαι. φαίνεται τοίνυν τούτου νόμος ταῦτʼ ἔχων ἀμφότερα. ὥστʼ εἴπερ ὑμῶν ἑκάστῳ μέλει τι τῆς πολιτείας καὶ δεῖν οἴεται κυρίαν εἶναι τὴν αὑτοῦ γνώμην περὶ ὧν ἂν ὀμωμοκὼς ψηφίσηται, λυτέος καὶ οὐκ ἐατέος οὗτος τοιοῦτος νόμος κύριος νυνὶ γενέσθαι.

24.79οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τὰ δικαστήριʼ ἄκυρα ποιῆσαι τῶν προστιμημάτων, ἀλλʼ οὐδʼ δίκαιʼ ὡρίσατʼ αὐτὸς ἐν τῷ νόμῳ καὶ προσέταξε τοῖς ὠφληκόσιν, οὐδὲ ταῦθʼ ἁπλῶς οὐδʼ ἀδόλως φανήσεται γεγραφώς, ἀλλʼ ὡς ἂν μάλιστά τις ὑμᾶς ἐξαπατῆσαι καὶ παρακρούσασθαι βουλόμενος. σκέψασθε γὰρ ὡς γέγραφεν. “Τιμοκράτης εἶπενφησὶκαὶ εἴ τινι τῶν ὀφειλόντων τῷ δημοσίῳ προστετίμηται κατὰ νόμον κατὰ ψήφισμα δεσμοῦ τὸ λοιπὸν προστιμηθῇ, εἶναι αὐτῷ ἄλλῳ ὑπὲρ ἐκείνου ἐγγυητὰς καταστῆσαι, οὓς ἂν δῆμος χειροτονήσῃ, μὴν ἐκτείσειν.” 24.80ἐνθυμεῖσθʼ ἀπὸ τοῦ δικαστηρίου καὶ τῆς καταγνώσεως οἷ διεπήδησεν· ἐπὶ τὸν δῆμον, ἐκκλέπτων τὸν ἠδικηκότα καὶ τὴν παράδοσιν αὐτοῦ τὴν τοῖς ἕνδεκα. τίς γὰρ ἀρχὴ παραδώσει τὸν ὀφλόντα; τίς τῶν ἕνδεκα παραλήψεται; κελεύοντος μὲν τούτου ἐν τῷ δήμῳ καθιστάναι τοὺς ἐγγυητάς, ἀδυνάτου δʼ ὄντος αὐθημερὸν ἐκκλησίαν ἅμα καὶ δικαστήριον γενέσθαι, οὐδαμοῦ δʼ ἐπιτάττοντος φυλάττειν τέως ἂν καταστήσῃ τοὺς ἐγγυητάς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.77 Dem. 24.79 (English) >>Dem. 24.82

Powered by PhiloLogic